Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.276 Joseph. AJ 3.280 (English) >>Joseph. AJ 3.285

3.278ἀφελεῖς δὲ εἶναι πᾶσαν ἀφέλειαν· τὸν δὲ μὴ ὁλόκληρον τῶν ἱερέων νέμεσθαι πρὸς τοὺς ἱερεῖς ἐκέλευσε τὰ γέρα, ἀναβαίνειν δὲ ἐπὶ τὸν βωμὸν καὶ εἰσιέναι εἰς τὸν ναὸν ἐκώλυσε· μὴ μόνον δὲ περὶ τὰς ἱερουργίας καθαροὺς εἶναι, σπουδάζειν δὲ καὶ περὶ τὴν αὐτῶν δίαιταν, ὥστʼ αὐτὴν ἄμεμπτον εἶναι. 3.279καὶ διὰ ταύτην τὴν αἰτίαν οἱ τὴν ἱερατικὴν στολὴν φοροῦντες ἄμωμοί τέ εἰσι καὶ περὶ πάντα καθαροὶ καὶ νηφάλιοι, πίνειν οἶνον ἕως οὗ τὴν στολὴν ἔχουσι κεκωλυμένοι· ἔτι δὲ καὶ τὰ ἱερεῖα θύουσιν ὁλόκληρα καὶ κατὰ μηδὲν λελωβημένα. 3.280

Ταῦτα μὲν οὖν ἤδη καὶ κατὰ τὸν ζωῆς χρόνον τῆς αὐτοῦ γινόμενα παρέδωκε Μωυσῆς, τῶν δὲ αὖθις καίπερ ἐπὶ τῆς ἐρημίας διαιτώμενος προενόησεν, ὅπως ἐπειδὰν τὴν Χαναναίαν λάβωσι τάδε ποιῶσι· 3.281διʼ ἑβδόμου ἔτους ἄνεσιν δίδωσι τῇ γῇ ἀπό τε ἀρότρου καὶ φυτείας, ὥσπερ καὶ αὐτοῖς διʼ ἑβδόμης ἡμέρας τὴν ἀπὸ τῶν ἔργων προεῖπεν ἀνάπαυσιν. καὶ τῶν αὐτομάτως ἀναδοθέντων ἀπὸ τῆς γῆς κοινὴν εἶναι τοῖς θέλουσι τὴν χρῆσιν τῶν τε ὁμοφύλων καὶ τῶν ἀλλοτριοχώρων, μηδὲν ἐξ αὐτῶν φυλάττοντας· ποιεῖν δὲ τοῦτο καὶ μεθʼ ἑβδόμην ἐτῶν ἑβδομάδα. 3.282ταῦτα πεντήκοντα μέν ἐστιν ἔτη τὰ πάντα, καλεῖται δὲ ὑπὸ Ἑβραίων πεντηκοστὸς ἐνιαυτὸς ἰώβηλος, ἐν οἵ τε χρεῶσται τῶν δανείων ἀπολύονται καὶ οἱ δουλεύοντες ἐλεύθεροι ἀφίενται, οὓς ὄντας ὁμοφύλους καὶ παραβάντας τι τῶν νομίμων τῷ σχήματι τῆς δουλείας ἐκόλασε θάνατον οὐκ ἐκδεχομένους.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.276 Joseph. AJ 3.280 (English) >>Joseph. AJ 3.285

Powered by PhiloLogic